Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[53]
καίτοι, ὦ ἄνδρες Ἀθηναῖοι, τί οἴεσθ᾽ ὁπότ᾽ ἄνθρωπος πένης ἢ καὶ πλούσιος, πολλὰ δ᾽ ἀνηλωκὼς καί τιν᾽ ἴσως τρόπον εἰκότως οὐκ εὐπορῶν ἀργυρίου, ἢ τέγος ὡς τοὺς γείτονας ὑπερβαίνοι, ἢ ὑποδύοιθ᾽ ὑπὸ κλίνην ὑπὲρ τοῦ μὴ τὸ σῶμ᾽ ἁλοὺς εἰς τὸ δεσμωτήριον ἕλκεσθαι, ἢ ἄλλ᾽ ἀσχημονοίη ἃ δούλων, οὐκ ἐλευθέρων ἐστὶν ἔργα, καὶ ταῦθ᾽ ὑπὸ τῆς αὑτοῦ γυναικὸς ὁρῷτο ποιῶν, ἣν ὡς ἐλεύθερος ἠγγυήσατο καὶ τῆς πόλεως πολίτης, ὁ δὲ τούτων αἴτιος Ἀνδροτίων εἴη, ὃν οὐδ᾽ ὑπὲρ αὑτοῦ δίκην λαμβάνειν ἐᾷ τὰ πεπραγμένα καὶ βεβιωμένα, μή τί γ᾽ ὑπὲρ τῆς πόλεως;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.