Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[17]
καὶ ταῦθ᾽ ὡς μὲν οὐ παρὰ τὸν νόμον ἐστίν, οὔτ᾽ ἂν οὗτος ἔχοι λέγειν οὔθ᾽ ὑμεῖς πεισθείητε: ἀκούω δ᾽ αὐτὸν τοιοῦτον ἐρεῖν τιν᾽ ἐν ὑμῖν λόγον, ὡς οὐχ ἡ βουλὴ γέγον᾽ αἰτία τοῦ μὴ πεποιῆσθαι τὰς ναῦς, ἀλλ᾽ ὁ τῶν τριηροποιικῶν ταμίας ἀποδρὰς ᾤχετ᾽ ἔχων πένθ᾽ ἡμιτάλαντα, καὶ τὸ πρᾶγμ᾽ ἀτύχημα συμβέβηκεν. ἐγὼ δὲ πρῶτον μὲν αὐτὸ τοῦτο θαυμάζω, εἰ στεφανοῦν ἐπὶ τοῖς ἠτυχημένοις ἠξίου τὴν βουλήν: τῶν κατορθουμένων γὰρ ἔγωγ᾽ ἡγούμην ἔργων τὰς τοιαύτας ὡρίσθαι τιμάς: ἔπειτα δὲ κἀκεῖν᾽ ἔτι βούλομαι φράσαι πρὸς ὑμᾶς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.