Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[23]
ἡμεῖς τοίνυν οὐκ ἐκ λόγων εἰκότων οὐδὲ τεκμηρίων, ἀλλὰ παρ᾽ οὗ μάλιστα δίκην ἔστι λαβεῖν τούτῳ, ταῦτ᾽ ἐπιδείκνυμεν—ἄνδρα παρεσχηκότα γραμματεῖον, ἐν ᾧ τὰ τούτῳ βεβιωμέν᾽ ἔνεστιν, ὃς αὑτὸν ὑπεύθυνον ποιήσας μαρτυρεῖ ταῦτα. ὥσθ᾽ ὅταν μὲν λοιδορίαν ταῦτα καὶ αἰτίαν εἶναι φῇ, ὑπολαμβάνεθ᾽ ὡς ταῦτα μέν ἐστιν ἔλεγχος, ἃ δ᾽ οὗτος ποιεῖ, ταῦτα λοιδορία καὶ αἰτία: ὅταν δ᾽ ὅτι πρὸς τοὺς θεσμοθέτας προσῆκεν ἐπαγγέλλειν ἡμῖν, ἐκεῖνο ὑπολαμβάνετε, ὅτι καὶ τοῦτο ποιήσομεν † † † καὶ νῦν προσηκόντως περὶ τοῦ νόμου λέγομεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.