Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[72]
καὶ μήν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ κατὰ παντὸς τοῦ χρόνου σκέψασθ᾽ ὡς καλὰ καὶ ζηλώτ᾽ ἐπιγράμματα τῆς πόλεως ἀνελὼν ὡς ἀσεβῆ καὶ δείν᾽ ἀντεπιγέγραφεν. οἶμαι γὰρ ὑμᾶς ἅπαντας ὁρᾶν ὑπὸ τῶν στεφάνων ταῖς χοινικίσιν κάτωθεν γεγραμμένα ‘οἱ σύμμαχοι τὸν δῆμον ἀνδραγαθίας εἵνεκα καὶ δικαιοσύνης,’ ἢ ‘οἱ σύμμαχοι ἀριστεῖον τῇ Ἀθηναίᾳ,’ ἢ κατὰ πόλεις ‘οἱ δεῖνες τὸν δῆμον, σωθέντες ὑπὸ τοῦ δήμου,’ οἷον ‘Εὐβοεῖς ἐλευθερωθέντες ἐστεφάνωσαν τὸν δῆμον,’ πάλιν ‘Κόνων ἀπὸ τῆς ναυμαχίας τῆς πρὸς Λακεδαιμονίους:’ τοιαῦτα γὰρ ἦν τὰ τῶν στεφάνων ἐπιγράμματα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.