Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[66]
τίνος οὖν ἕνεκ᾽, ὦ βδελυρέ, ἐτῶν ὄντων πλειόνων ἢ τριάκοντ᾽ ἀφ᾽ οὗ σὺ πολιτεύει, καὶ ἐν τούτῳ τῷ χρόνῳ πολλῶν μὲν στρατηγῶν ἠδικηκότων τὴν πόλιν, πολλῶν δὲ ῥητόρων, οἳ παρὰ τουτοισὶ κέκρινται, ὧν οἱ μὲν τεθνᾶσιν ἐφ᾽ οἷς ἠδίκουν, οἱ δ᾽ ὑποχωρήσαντες φεύγουσιν, οὐδενὸς πώποτ᾽ ἐξητάσθης κατήγορος οὐδ᾽ ἀγανακτῶν ὤφθης ὑπὲρ ὧν ἡ πόλις πάσχει, οὕτως ὢν θρασὺς καὶ λέγειν δεινός, ἀλλ᾽ ἐνταῦθ᾽ ἐφάνης κηδεμὼν ὤν, οὗ σε πολλοὺς ἔδει κακῶς ποιῆσαι;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.