Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[15]
εἶεν: ἐκ δὲ τοῦ κακῶς πόσα δεινά; τὰ μὲν πόλλ᾽ ἐάσω: ἀλλ᾽ ἐπὶ τοῦ Δεκελεικοῦ πολέμου (τῶν γὰρ ἀρχαίων ἕν, ὃ πάντες ἐμοῦ μᾶλλον ἐπίστασθε, ὑπομνήσω) πολλῶν καὶ δεινῶν ἀτυχημάτων συμβάντων τῇ πόλει οὐ πρότερον τῷ πολέμῳ παρέστησαν πρὶν τὸ ναυτικὸν αὐτῶν ἀπώλετο. καὶ τί δεῖ τὰ παλαιὰ λέγειν; τὸν τελευταῖον γὰρ ἴστε τὸν πρὸς Λακεδαιμονίους πόλεμον, ὅτε μὲν ναῦς οὐκ ἐδοκεῖτ᾽ ἀποστεῖλαι δυνήσεσθαι, πῶς διέκειθ᾽ ἡ πόλις: ἴστ᾽ ὀρόβους ὄντας ὠνίους. ἐπειδὴ δ᾽ ἀπεστείλατε, εἰρήνης ἐτύχεθ᾽ ὁποίας τινὸς ἐβούλεσθε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.