Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[29]
τὸν αὐτὸν δὴ τρόπον, Ἀνδροτίων, καὶ σὺ μὴ διὰ ταῦτ᾽ οἴου σοι προσήκειν μὴ δοῦναι δίκην εἰ γράφεις ἡταιρηκώς, ὅτι καὶ πρὸς τοὺς θεσμοθέτας ἔσθ᾽ ἡμῖν ἐπαγγελία: ἀλλ᾽ ἢ δεῖξον οὐ πεποιηκότα ταῦτα σεαυτόν, ἢ δίκην ὕπεχ᾽ ὧν γέγραφας τοιοῦτος ὤν: οὐ γὰρ ἔξεστί σοι. εἰ δέ σε μὴ πάντας ὅσους διδόασιν οἱ νόμοι τρόπους τιμωρούμεθα, χάριν ἡμῖν ὧν παραλείπομεν, ἐκείνων ἔχε, μὴ διὰ ταῦτ᾽ ἀξίου μηδένα δοῦναι τρόπον δίκην.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.