Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ἐγὼ τοίνυν ταῦτα μὲν οὐ παρὰ μικρὸν ἀγωνιζόμενος παρ᾽ ὑμῖν ἀπελυσάμην, ἀλλ᾽ ὥστε τὸ πέμπτον μέρος μὴ λαβεῖν τούτους τῶν ψήφων: τουτονὶ δὲ μεθ᾽ ὑμῶν πειράσομαι καὶ νῦν καὶ τὸν ἄλλον ἅπαντ᾽ ἀμύνεσθαι χρόνον. καὶ περὶ μὲν τῶν ἰδίων ἔχων ἔτι πολλὰ λέγειν ἐάσω: περὶ δ᾽ ὧν οἴσετε τὴν ψῆφον νυνὶ καὶ περὶ ὧν οὗτος δημοσίᾳ πεπολιτευμένος οὐκ ὀλίγ᾽ ὑμᾶς ἔβλαψεν, ἅ μοι παραλείπειν Εὐκτήμων ἐδόκει, βέλτιον δ᾽ ὑμᾶς ἀκοῦσαι, ταῦτα διεξελθεῖν ἐν βραχέσιν πειράσομαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.