Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[21]
ἔτι τοίνυν ἐπιχειρεῖ λέγειν περὶ τοῦ τῆς ἑταιρήσεως νόμου, ὡς ὑβρίζομεν ἡμεῖς καὶ βλασφημίας οὐχὶ προσηκούσας κατ᾽ αὐτοῦ ποιούμεθα. καὶ φησὶ δεῖν ἡμᾶς, εἴπερ ἐπιστεύομεν εἶναι ταῦτ᾽ ἀληθῆ, πρὸς τοὺς θεσμοθέτας ἀπαντᾶν, ἵν᾽ ἐκεῖ περὶ χιλιῶν ἐκινδυνεύομεν, εἰ καταψευδόμενοι ταῦτ᾽ ἐφαινόμεθα: νῦν δὲ φενακίζειν αἰτίας καὶ λοιδορίας κενὰς ποιουμένους, καὶ ἐνοχλεῖν οὐ δικασταῖς τούτων οὖσιν ὑμῖν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.