This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[417]
Φιλοπάτωρ γε μήν, εἰ καί τις ἕτερος: καὶ γὰρ τῷ πατρὶ
μνημεῖον κατέθηκεν πόλιν, ἣν ἐν τῷ καλλίστῳ τῆς βασιλείας πεδίῳ
κτίσας ποταμοῖς τε καὶ δένδρεσιν πλουσίαν ὠνόμασεν Ἀντιπατρίδα,
καὶ τὸ ὑπὲρ Ἱεριχοῦντος φρούριον ὀχυρότητι καὶ κάλλει διάφορον
τειχίσας ἀνέθηκεν τῇ μητρὶ προσειπὼν Κύπρον.
[418]
Φασαήλῳ δὲ
τἀδελφῷ τὸν ἐν Ἱεροσολύμοις ὁμώνυμον πύργον, οὗ τό τε σχῆμα
καὶ τὴν ἐν τῷ μεγέθει πολυτέλειαν διὰ τῶν ἑξῆς δηλώσομεν. καὶ
πόλιν ἄλλην κτίσας κατὰ τὸν ἀπὸ Ἱεριχοῦς ἰόντων αὐλῶνα πρὸς
βορέαν Φασαηλίδα ὠνόμασεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.