This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[124]
Τίτος δὲ ὑπερπαθήσας πάλιν ἐξωνείδιζε τοὺς περὶ τὸν
Ἰωάννην, λέγων “ἆρ᾽ οὐχ ὑμεῖς, ὦ μιαρώτατοι, τὸν δρύφακτον
τοῦτον προεβάλεσθε τῶν ἁγίων;
[125]
οὐχ ὑμεῖς δὲ τὰς ἐν αὐτῷ στήλας
διεστήσατε, γράμμασιν Ἑλληνικοῖς καὶ ἡμετέροις κεχαραγμένας, μηδένα
τὸ γείσιον ὑπερβαίνειν παραγγέλλειν;
[126]
οὐχ ἡμεῖς δὲ τοὺς ὑπερβάντας
ὑμῖν ἀναιρεῖν ἐπετρέψαμεν, κἂν Ῥωμαῖός τις ᾖ; τί οὖν νῦν,
ἀλιτήριοι, καὶ νεκροὺς ἐν αὐτῷ καταπατεῖτε; τί δὲ τὸν ναὸν αἵματι
ξένῳ καὶ ἐγχωρίῳ φύρετε;
[127]
μαρτύρομαι θεοὺς ἐγὼ πατρίους καὶ εἴ
τις ἐφεώρα ποτὲ τόνδε τὸν χῶρον, νῦν μὲν γὰρ οὐκ οἴομαι, μαρτύρομαι
δὲ καὶ στρατιὰν τὴν ἐμὴν καὶ τοὺς παρ᾽ ἐμοὶ Ἰουδαίους καὶ
ὑμᾶς αὐτούς, ὡς οὐκ ἐγὼ ταῦθ᾽ ὑμᾶς ἀναγκάζω μιαίνειν.
[128]
κἂν ἀλλάξητε
τῆς παρατάξεως τὸν τόπον, οὔτε προσελεύσεταί τις Ῥωμαίων
τοῖς ἁγίοις οὔτε ἐνυβρίσει, τηρήσω δὲ τὸν ναὸν ὑμῖν καὶ μὴ
θέλουσι.”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.