This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[588]
Οὐεσπασιανὸς δὲ ὡς τὰ πλησίον Ἱεροσολύμων καταστρεψάμενος
ὑπέστρεψεν εἰς Καισάρειαν, ἀκούει τὰς κατὰ τὴν Ῥώμην ταραχὰς καὶ
Οὐιτέλλιον αὐτοκράτορα.
[589]
τοῦτο αὐτὸν καίπερ ἄρχεσθαι καθάπερ
ἄρχειν καλῶς ἐπιστάμενον εἰς ἀγανάκτησιν προήγαγεν, καὶ τὸν μὲν
ὡς ἐρήμου καταμανέντα τῆς ἡγεμονίας ἠδόξει δεσπότην,
[590]
περιαλγήσας
δὲ τῷ πάθει καρτερεῖν τὴν βάσανον οὐχ οἷός τε ἦν καὶ τῆς πατρίδος
πορθουμένης ἑτέροις προσευσχολεῖν πολέμοις.
[591]
ἀλλ᾽ ὅσον ὁ
θυμὸς ἤπειγεν ἐπὶ τὴν ἄμυναν, τοσοῦτον εἶργεν ἔννοια τοῦ διαστήματος:
πολλὰ γὰρ φθάσαι πανουργήσασαν τὴν τύχην πρὶν αὐτὸν
εἰς τὴν Ἰταλίαν περαιωθῆναι καὶ ταῦτα χειμῶνος ὥρᾳ πλέοντα:
σφαδάζουσαν ἤδη κατεῖχεν τὴν ὀργήν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.