previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ὅσοι δὲ μετὰ τὴν Ἰωταπάτων ἅλωσιν Γαλιλαῖοι Ῥωμαίων ἀφεστήκεσαν, οὗτοι τῶν ἐν Ταριχέαις ἡττηθέντων προσεχώρουν, καὶ παρέλαβον πάντα Ῥωμαῖοι τὰ φρούρια καὶ τὰς πόλεις πλὴν Γισχάλων καὶ τῶν τὸ Ἰταβύριον ὄρος κατειληφότων. [2] συνέστη δὲ τούτοις καὶ Γάμαλα πόλις Ταριχεῶν ἄντικρυς ὑπὲρ τὴν λίμνην κειμένη. τῆς δ᾽ Ἀγρίππα λήξεως αὕτη τε ἦν καὶ Σωγάνη καὶ Σελεύκεια, καὶ αἱ μὲν [ἐκ] τῆς Γαυλανίτιδος ἀμφότεραι: τοῦ γὰρ ἄνω καλουμένου Γαυλανᾶ μέρος ἦν Σωγάνη, τοῦ κάτω δ᾽ Γάμαλα: Σελεύκεια δὲ πρὸς τῇ Σεμεχωνιτῶν λίμνῃ. [3] ταύτῃ τριάκοντα μὲν εὖρος, ἑξήκοντα δὲ μῆκος στάδιοι: διατείνει δ᾽ αὐτῆς τὰ ἕλη μέχρι Δάφνης χωρίου τά τε ἄλλα τρυφεροῦ καὶ πηγὰς ἔχοντος, αἳ τρέφουσαι τὸν μικρὸν καλούμενον Ἰόρδανον ὑπὸ τὸν τῆς χρυσῆς βοὸς νεὼ προπέμπουσι τῷ μεγάλῳ. [4] τοὺς μὲν οὖν ἐπὶ Σωγάνην καὶ Σελεύκειαν ὑπὸ τὴν ἀρχὴν τῆς ἀποστάσεως δεξιαῖς Ἀγρίππας προσηγάγετο, Γάμαλα δ᾽ οὐ προσεχώρει πεποιθυῖα τῇ δυσχωρίᾳ πλέον τῶν Ἰωταπάτων. [5] τραχὺς γὰρ αὐχὴν ἀφ᾽ ὑψηλοῦ κατατείνων ὄρους μέσον ἐπαίρει τένοντα, μηκύνεται δὲ ἐκ τῆς ὑπεροχῆς εἰς τοὔμπροσθεν ἐκκλίνων ὅσον κατόπιν, ὡς εἰκάζεσθαι καμήλῳ τὸ σχῆμα, παρ᾽ ἣν ὠνόμασται τὸ τρανὸν τῆς κλήσεως οὐκ ἐξακριβούντων τῶν ἐπιχωρίων. [6] κατὰ πλευρὰ μὲν δὴ καὶ πρόσωπον εἰς φάραγγας ἀβάτους περισχίζεται, τὸ κατ᾽ οὐρὰν δὲ ὀλίγον ἀναφεύγει τῆς δυσχωρίας, ὅθεν ἀπήρτηται τοῦ ὄρους: καὶ τοῦτο δ᾽ ἐπικαρσίᾳ παρακόψαντες τάφρῳ δύσβατον οἱ ἐπιχώριοι κατεσκεύασαν. [7] πρὸς ὀρθίῳ δὲ τῇ λαγόνι δεδομημέναι πεπύκνωντο δεινῶς ἐπ᾽ ἀλλήλαις αἱ οἰκίαι, κρημνιζομένῃ τε πόλις ἐοικυῖα κατέτρεχεν εἰς ἑαυτὴν ἀπὸ τῆς ὀξύτητος. [8] καὶ πρὸς μεσημβρίαν μὲν ἔκλινεν, νότιος δ᾽ αὐτῆς ὄχθος εἰς ἄπειρον ὕψος ἀνατείνων ἄκρα τῆς πόλεως ἦν, ἀτείχιστος δὲ ὑπὲρ αὐτὴν κρημνὸς εἰς τὴν βαθυτάτην κατατείνων φάραγγα: πηγὴ δ᾽ ἐντὸς τοῦ τείχους, ἐφ᾽ ἣν τὸ ἄστυ κατέληγεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: