This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[402]
Τοσαῦτα εἰπὼν ἐπεδάκρυσέν τε μετὰ τῆς ἀδελφῆς καὶ πολὺ
τῆς ὁρμῆς αὐτῶν ἔπαυσεν τοῖς δακρύοις. ἀνεβόων δὲ οὐ Ῥωμαίοις,
ἀλλὰ Φλώρῳ δι᾽ ἃ πεπόνθασιν πολεμεῖν.
[403]
πρὸς τοῦτο βασιλεὺς
Ἀγρίππας “ἀλλὰ τὰ ἔργα, ἔφη, Ῥωμαίοις ἤδη πολεμούντων ἐστίν:
οὔτε γὰρ Καίσαρι δεδώκατε τὸν φόρον καὶ τὰς στοὰς ἀπεκόψατε
τῆς Ἀντωνίας.
[404]
ἀποσκευάσαισθε δ᾽ ἂν τὴν αἰτίαν τῆς ἀποστάσεως,
εἰ ταύτας τε συνάψετε πάλιν καὶ τελέσετε τὴν εἰσφοράν: οὐ
γὰρ δή γε Φλώρου τὸ φρούριόν ἐστιν ἢ Φλώρῳ τὰ χρήματα δώσετε.”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.