Βοὴ δ᾽ εὐθὺς ἐγένετο τῶν Ἀρχελάῳ συνηδομένων, καὶ κατὰ στῖφος οἱ στρατιῶται μετὰ τοῦ πλήθους προσιόντες ὑπισχνοῦντο μὲν τὴν ἑαυτῶν εὔνοιαν, συνηύχοντο δὲ καὶ τὴν παρὰ τοῦ θεοῦ, καὶ μετὰ ταῦτα πρὸς ταφὴν ἐτρέποντο τοῦ βασιλέως. [671] παρέλιπεν δ᾽ οὐδὲν Ἀρχέλαος εἰς πολυτέλειαν, ἀλλὰ πάντα τὸν βασιλικὸν κόσμον προήνεγκεν συμπομπεύσοντα τῷ νεκρῷ: κλίνη μὲν γὰρ ὁλόχρυσος ἦν διάλιθος, στρωμνὴ δὲ ἁλουργὶς ποικίλη, τὸ σῶμα δ᾽ ἐπ᾽ αὐτῆς πορφύρᾳ κεκαλυμμένον, καὶ διάδημα μὲν ἐπέκειτο τῇ κεφαλῇ, στέφανος δ᾽ ὑπὲρ αὐτοῦ χρυσοῦς, τὸ δὲ σκῆπτρον παρὰ τὴν δεξιάν. [672] καὶ περὶ τὴν κλίνην οἵ τε υἱεῖς καὶ τὸ πλῆθος τῶν συγγενῶν, ἐφ᾽ οἷς οἱ δορυφόροι καὶ τὸ Θρᾴκιον στῖφος Γερμανοί τε καὶ Γαλάται διεσκευασμένοι πάντες ὡς εἰς πόλεμον. [673] προῆγεν δ᾽ ἡ λοιπὴ δύναμις ὡπλισμένη τοῖς ἡγεμόσιν καὶ ταξιάρχοις ἀκολουθοῦντες ἐν κόσμῳ, πεντακόσιοι δὲ ἐπ᾽ αὐτοῖς τῶν οἰκετῶν καὶ ἀπελευθέρων ἀρωματοφόροι. σταδίους δ᾽ ἐκομίσθη τὸ σῶμα ἑβδομήκοντα εἰς Ἡρώδειον, ὅπου κατὰ τὰς ἐντολὰς ἐτάφη. καὶ τὰ μὲν περὶ Ἡρώδην τοιοῦτον ἔσχεν πέρας.