Click on a word to bring up parses, dictionary entries, and frequency statistics
10.
ἐπεὶ δ᾽ ἔγνω τὴν ἀπάτην ὁ Ῥέμος, ἐχαλέπαινε,
καὶ τοῦ Ῥωμύλου τάφρον ὀρύττοντος ᾗ τὸ τεῖχος ἔμελλε
κυκλοῦσθαι, τὰ μὲν ἐχλεύαζε τῶν ἔργων, τοῖς δ᾽ ἐμποδὼν ἐγένετο.
τέλος δὲ διαλλόμενον αὐτὸν οἱ μὲν αὐτοῦ
Ῥωμύλου πατάξαντος, οἱ δὲ τῶν ἑταίρων τινὸς Κέλερος,
ἐνταῦθα πεσεῖν λέγουσιν.
[3]
ἔπεσε δὲ καὶ Φαιστύλος ἐν τῇ
μάχῃ καὶ Πλειστῖνος, ὃν ἀδελφὸν ὄντα Φαιστύλου συνεκθρέψαι τοὺς περὶ τὸν Ῥωμύλον ἱστοροῦσιν.
ὁ μὲν οὖν Κέλερ
εἰς Τυρρηνίαν μετέστη, καὶ ἀπ᾽ ἐκείνου τοὺς ταχεῖς οἱ
Ῥωμαῖοι καὶ ὀξεῖς κέλερας ὀνομάζουσι: καὶ Κόιντον Μέτελλον, ὅτι τοῦ πατρὸς ἀποθανόντος ἀγῶνα μονομάχων
ἡμέραις ὀλίγαις ἐποίησε, θαυμάσαντες τὸ τάχος τῆς παρασκευῆς Κέλερα προσηγόρευσαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.