previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

25. οὕτω δὲ ῥωννυμένοις τοῖς πράγμασιν οἱ μὲν ἀσθενέστεροι τῶν προσοίκων ὑπεδύοντο καὶ τυγχάνοντες ἀδείας ἠγάπων, οἱ δὲ δυνατοὶ δεδιότες καὶ φθονοῦντες, οὐκ ᾤοντο δεῖν περιορᾶν, ἀλλ᾽ ἐνίστασθαι τῇ αὐξήσει καὶ κολούειν τὸν Ῥωμύλον. πρῶτοι δὲ Τυρρηνῶν Οὐήϊοι, χώραν κεκτημένοι πολλὴν καὶ πόλιν μεγάλην οἰκοῦντες, ἀρχὴν ἐποιήσαντο πολέμου Φιδήνην ἀπαιτεῖν ὡς προσήκουσαν αὐτοῖς. [2] τὸ δ᾽ οὐκ ἄδικον ἦν μόνον, ἀλλὰ καὶ γελοῖον, ὅτι κινδυνεύουσι τότε καὶ πολεμουμένοις οὐ προσαμύναντες, ἀλλ᾽ ἐάσαντες ἀπολέσθαι τοὺς ἄνδρας, οἰκίας καὶ γῆν ἀπαιτοῖεν ἄλλων ἐχόντων. καθυβρισθέντες οὖν ὑπὸ τοῦ Ῥωμύλου [ἐν] ταῖς ἀποκρίσεσι, δίχα διεῖλον ἑαυτούς, καὶ τῷ μὲν ἐπέκειντο τῷ Φιδηνατῶν στρατεύματι, τῷ δὲ πρὸς Ῥωμύλον ἀπήντων. πρὸς μὲν οὖν Φιδήναις δισχιλίους Ῥωμαίων κρατήσαντες ἀπέκτειναν, ὑπὸ Ῥωμύλου δὲ νικηθέντες ὑπὲρ ὀκτακισχιλίους ἀπέβαλον. [3] αὖθις δὲ περὶ Φιδήνην ἐμαχέσαντο, καὶ τὸ μὲν πλεῖστον ἔργον αὐτοῦ Ῥωμύλου γενέσθαι, τέχνην τε μετὰ τόλμης πᾶσαν ἐπιδειξαμένου, ῥώμῃ τε καὶ ποδωκείᾳ πολὺ δόξαντος ἀνθρωπίνης κρείττονι κεχρῆσθαι, πάντες ὁμολογοῦσι, τὸ δ᾽ ὑπ᾽ ἐνίων λεγόμενον κομιδῇ μυθῶδές ἐστι, μᾶλλον δ᾽ ὅλως ἄπιστον, ὅτι μυρίων καὶ τετρακισχιλίων πεσόντων ὑπερημίσεις ἦσαν οὓς αὐτὸς ἰδίᾳ χειρὶ Ῥωμύλος ἔκτεινεν, ὅπου καὶ Μεσσήνιοι κόμπῳ χρήσασθαι δοκοῦσι περὶ Ἀριστομένους λέγοντες, ὡς τρὶς ἑκατομφόνια θύσειεν ἀπὸ Λακεδαιμονίων.

[4] γενομένης δὲ τῆς τροπῆς, ἀφεὶς φεύγειν τοὺς περιόντας Ῥωμύλος ἐπ᾽ αὐτὴν ἐχώρει τὴν πόλιν: οἱ δ᾽ οὐκ ἠνέσχοντο μεγάλης συμφορᾶς γενομένης, ἀλλὰ δεηθέντες ὁμολογίαν ἐποιήσαντο καὶ φιλίαν εἰς ἔτη ἑκατόν, χώραν τε πολλὴν προέμενοι τῆς ἑαυτῶν, ἣν Σεπτεμπάγιον καλοῦσιν, ὅπερ ἐστὶν ἑπταμόριον, καὶ τῶν παρὰ τὸν ποταμὸν ἐκστάντες ἁλοπηγίων, καὶ πεντήκοντα τῶν ἀρίστων ὁμήρους ἐγχειρίσαντες. [5] ἐθριάμβευσε δὲ καὶ ἀπὸ τούτων εἰδοῖς Ὀκτωβρίαις, ἄλλους τε πολλοὺς αἰχμαλώτους ἔχων καὶ τὸν ἡγεμόνα τῶν Βηίων, ἄνδρα πρεσβύτην, ἀφρόνως δόξαντα καὶ παρ᾽ ἡλικίαν ἀπείρως τοῖς πράγμασι κεχρῆσθαι. διὸ καὶ νῦν ἔτι θύοντες ἐπινίκια, γέροντα μὲν ἄγουσι δι᾽ ἀγορᾶς εἰς Καπιτώλιον ἐν περιπορφύρῳ, βοῦλλαν αὐτῷ παιδικὴν άψαντες, κηρύττει δ᾽ κῆρυξ Σαρδιανοὺς ὠνίους. Τυρρηνοὶ γὰρ ἄποικοι Σαρδιανῶν λέγονται, Τυρρηνικὴ δὲ πόλις οἱ Οὐήϊοι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1914)
hide References (10 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: