previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

28. οὕτως οὖν1 ἄνδρα τῶν πατρικίων γένει πρῶτον ἤθει τε δοκιμώτατον αὐτῷ τε Ῥωμύλῳ πιστὸν καὶ συνήθη, τῶν ἀπ᾽ Ἄλβης ἐποίκων, Ἰούλιον Πρόκλον, εἰς ἀγορὰν παρελθόντα2 καὶ τῶν ἁγιωτάτων ἔνορκον ἱερῶν ἁψάμενον εἰπεῖν ἐν πᾶσιν, ὡς ὁδὸν αὐτῷ βαδίζοντι Ῥωμύλος ἐξ ἐναντίας προσιὼν φανείη, καλὸς μὲν ὀφθῆναι καὶ μέγας ὡς οὔποτε πρόσθεν, ὅπλοις δὲ λαμπροῖς καὶ φλέγουσι κεκοσμημένος. [2] αὐτὸς μὲν οὖν ἐκπλαγεὶς πρὸς τὴν ὄψιν βασιλεῦ,’ φάναι, ‘τί δὴ παθὼν διανοηθείς, ἡμᾶς μὲν ἐν αἰτίαις πεποίηκας ἀδίκοις καὶ πονηραῖς, πᾶσαν δὲ τὴν πόλιν ὀρφανὴν ἐν μυρίῳ πένθει προλέλοιπας;’ ἐκεῖνον δ᾽ ἀποκρίνασθαι: ‘ θεοῖς ἔδοξεν Πρόκλε τοσοῦτον ἡμᾶς γενέσθαι μετ᾽ ἀνθρώπων χρόνον, ἐκεῖθεν ὄντας,3 καὶ πόλιν ἐπ᾽ ἀρχῇ καὶ δόξῃ μεγίστῃ κτίσαντας, αὖθις οἰκεῖν οὐρανόν. ἀλλὰ χαῖρε καὶ φράζε Ῥωμαίοις, ὅτι σωφροσύνην μετ᾽ ἀνδρείας ἀσκοῦντες ἐπὶ πλεῖστον ἀνθρωπίνης ἀφίξονται δυνάμεως. ἐγὼ δ᾽ ὑμῖν εὐμενὴς ἔσομαι δαίμων Κυρῖνος.’ [3] ταῦτα πιστὰ μὲν εἶναι τοῖς Ῥωμαίοις ἐδόκει διὰ τὸν τρόπον τοῦ λέγοντος καὶ διὰ τὸν ὅρκον: οὐ μὴν ἀλλὰ καὶ δαιμόνιόν τι συνεφάψασθαι πάθος ὅμοιον ἐνθουσιασμῷ: μηδένα γὰρ ἀντειπεῖν, ἀλλὰ πᾶσαν ὑπόνοιαν καὶ διαβολὴν ἀφέντας εὔχεσθαι Κυρίνῳ καὶ θεοκλυτεῖν ἐκεῖνον.

[4] ἔοικε μὲν οὖν ταῦτα τοῖς ὑφ᾽ Ἑλλήνων περί τ᾽ Ἀριστέου τοῦ Προικοννησίου καὶ Κλεομήδους τοῦ Ἀστυπαλαιέως μυθολογουμένοις. Ἀριστέαν μὲν γὰρ ἔν τινι κναφείῳ τελευτῆσαί φασι, καὶ τὸ σῶμα μετιόντων αὐτοῦ τῶν φίλων ἀφανὲς οἴχεσθαι: λέγειν δέ τινας εὐθὺς ἐξ ἀποδημίας ἥκοντας ἐντυχεῖν Ἀριστέᾳ τὴν ἐπὶ Κρότωνος πορευομένῳ. Κλεομήδη δὲ ῥώμῃ καὶ μεγέθει σώματος ὑπερφυᾶ γενόμενον, ἔμπληκτόν τε τῷ τρόπῳ καὶ μανικὸν ὄντα, πολλὰ δρᾶν βίαια, καὶ τέλος ἔν τινι διδασκαλείῳ παίδων τὸν ὑπερείδοντα τὴν ὀροφὴν κίονα πατάξαντα τῇ χειρὶ κλάσαι μέσον καὶ τὴν στέγην καταβαλεῖν. [5] ἀπολομένων δὲ τῶν παίδων διωκόμενον, εἰς κιβωτὸν καταφυγεῖν μεγάλην καὶ τὸ πῶμα κατακλείσαντα συνέχειν ἐντός, ὥστ᾽ ἀποσπάσαι μὴ δύνασθαι πολλοὺς ὁμοῦ βιαζομένους: κατασχίσαντας δὲ τὴν κιβωτόν, οὔτε ζῶντα τὸν ἄνθρωπον εὑρεῖν οὔτε νεκρόν. ἐκπλαγέντας οὖν ἀποστεῖλαι θεοπρόπους εἰς Δελφούς, οἷς τὴν Πυθίαν εἰπεῖν

ἔσχατος ἡρώων Κλεομήδης Ἀστυπαλαιεύς.
[6] λέγεται δὲ καὶ τὸν Ἀλκμήνης ἐκκομιζομένης νεκρὸν ἄδηλον γενέσθαι, λίθον δὲ φανῆναι κείμενον ἐπὶ τῆς κλίνης, καὶ ὅλως πολλὰ τοιαῦτα μυθολογοῦσι, παρὰ τὸ εἰκὸς ἐκθειάζοντες τὰ θνητὰ τῆς φύσεως ἅμα τοῖς θείοις.

ἀπογνῶναι μὲν οὖν παντάπασι τὴν θειότητα τῆς ἀρετῆς ἀνόσιον καὶ ἀγεννές, οὐρανῷ δὲ μειγνύειν γῆν ἀβέλτερον. φατέον οὖν, ἐχομένοις τῆς ἀσφαλείας, κατὰ Πίνδαρον, ὡς

σῶμα μὲν πάντων ἕπεται θανάτῳ περισθενεῖ, ζῳὸν δ᾽ ἔτι λείπεται αἰῶνος εἴδωλον: τὸ γάρ ἐστι μόνον ἐκ θεῶν.
[7] ἥκει γὰρ ἐκεῖθεν, ἐκεῖ δ᾽ ἄνεισιν, οὐ μετὰ σώματος, ἀλλ᾽ ἐὰν ὅτι μάλιστα σώματος ἀπαλλαγῇ καὶ διακριθῇ καὶ γένηται καθαρὸν παντάπασι καὶ ἄσαρκον καὶ ἁγνόν. ‘αὕη γὰρ ψυχὴ ἀρίστη,4καθ᾽ Ἡράκλειτον, ὥσπερ ἀστραπὴ νέφους διαπταμένη τοῦ σώματος. δὲ σώματι πεφυρμένη καὶ περίπλεως σώματος, οἷον ἀναθυμίασις ἐμβριθὴς καὶ ὁμιχλώδης, δυσέξαπτός ἐστι καὶ δυσανακόμιστος. [8] οὐδὲν οὖν δεῖ τὰ σώματα τῶν ἀγαθῶν συναναπέμπειν παρὰ φύσιν εἰς οὐρανόν, ἀλλὰ τὰς ἀρετὰς καὶ τὰς ψυχὰς παντάπασιν οἴεσθαι κατὰ φύσιν καὶ δίκην θείαν ἐκ μὲν ἀνθρώπων εἰς ἥρωας, ἐκ δ᾽ ἡρώων εἰς δαίμονας, ἐκ δὲ δαιμόνων, ἂν τέλεον ὥσπερ ἐν τελετῇ καθαρθῶσι καὶ ὁσιωθῶσιν, ἅπαν ἀποφυγοῦσαι τὸ θνητὸν καὶ παθητικόν, οὐ νόμῳ πόλεως, ἀλλ᾽ ἀληθείᾳ καὶ κατὰ τὸν εἰκότα λόγον εἰς θεοὺς ἀναφέρεσθαι, τὸ κάλλιστον καὶ μακαριώτατον τέλος ἀπολαβούσας.

1 οὕτως οὖν Coraës, following Stephanus and C, has οὕτως οὖν ταραττομένων (while such disorder prevailed).

2 προελθόντα MSS., Coraës, Sintenis1: παρελθόντα.

3 ἐκεῖθεν ὄντας MSS., Coraës, Sintenis1, and Bekker; Sintenis2 transposes to follow οὐρανόν.

4 Αὔη γὰρ ψυχὴ ἀρίστη Bekker: αὕτη γὰρ ψυχὴ ξηρὴ καὶ ἀρίστη.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1914)
hide References (12 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: