previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

29. τὴν δὲ γενομένην ἐπωνυμίαν τῷ Ῥωμύλῳ τὸν Κυρῖνον οἱ μὲν Ἐνυάλιον προσαγορεύουσιν, οἱ δὲ πολίτην,1 ὅτι καὶ τοὺς πολίτας Κυρίτας ὠνόμαζον, οἱ δὲ τὴν αἰχμὴν τὸ δόρυ τοὺς παλαιοὺς κύριν ὀνομάζειν, καὶ Κυρίτιδος Ἥρας ἄγαλμα καλεῖν ἐπ᾽ αἰχμῆς ἱδρυμένον, ἐν δὲ τῇ Ῥηγίᾳ δόρυ καθιδρυμένον Ἄρεα προσαγορεύειν καὶ δόρατι τοὺς ἐν πολέμοις ἀριστεύοντας γεραίρειν: ὡς οὖν ἀρήιόν τινα τὸν Ῥωμύλον αἰχμητὴν θεὸν ὀνομασθῆναι Κυρῖνον. [2] ἱερὸν μὲν οὖν αὐτοῦ κατεσκευασμένον ἐστὶν ἐν τῷ λόφῳ τῷ Κυρίνᾳ προσαγορευομένῳ δι᾽ ἐκεῖνον: δ᾽ ἡμέρᾳ μετήλλαξεν, ὄχλου φυγὴ καλεῖται καὶ νῶναι Καπρατῖναι διὰ τὸ θύειν εἰς τὸ τῆς αἰγὸς ἕλος ἐκ πόλεως κατιόντας: τὴν γὰρ αἶγα κάπραν ὀνομάζουσιν. ἐξιόντες δὲ πρὸς τὴν θυσίαν πολλὰ τῶν ἐπιχωρίων ὀνομάτων φθέγγονται μετὰ βοῆς, οἷον Μάρκου, Λουκίου, Γαΐου, μιμούμενοι τὴν τότε τροπὴν καὶ ἀνάκλησιν ἀλλήλων μετὰ δέους καὶ ταραχῆς.

[3] ἔνιοι μέντοι τὸ μίμημα τοῦτό φασι μὴ φυγῆς, ἀλλ᾽ ἐπείξεως εἶναι καὶ σπουδῆς, εἰς αἰτίαν τοιαύτην ἀναφέροντες τὸν λόγον. ἐπεὶ Κελτοὶ τὴν Ῥώμην καταλαβόντες ἐξεκρούσθησαν ὑπὸ Καμίλλου, καὶ δι᾽ ἀσθένειαν πόλις οὐκέτι ῥᾳδίως ἑαυτὴν ἀνελάμβανεν, ἐστράτευσαν ἐπ᾽ αὐτὴν πολλοὶ τῶν Λατίνων, ἄρχοντα Λίβιον Ποστούμιον ἔχοντες. οὗτος δὲ καθίσας τὸν στρατὸν οὐ πρόσω τῆς Ῥώμης ἔπεμπε κήρυκα, βούλεσθαι λέγων τοὺς Λατίνους ἐκλιποῦσαν ἤδη τὴν παλαιὰν οἰκειότητα καὶ συγγένειαν ἐκζωπυρῆσαι, καιναῖς αὖθις ἀνακραθέντων ἐπιγαμίαις τῶν γενῶν. [4] ἂν οὖν πέμψωσι παρθένους τε συχνὰς καὶ γυναικῶν τὰς ἀνάνδρους, εἰρήνην ἔσεσθαι καὶ φιλίαν αὐτοῖς, ὡς ὑπῆρξε πρὸς Σαβίνους πρότερον ἐκ τῶν ὁμοίων. ταῦτ᾽ ἀκούσαντες οἱ Ῥωμαῖοι τόν τε πόλεμον ἐφοβοῦντο, καὶ τὴν παράδοσιν τῶν γυναικῶν οὐδὲν αἰχμαλωσίας ἐπιεικέστερον ἔχειν ἐνόμιζον. ἀποροῦσι δ᾽ αὐτοῖς θεράπαινα Φιλωτίς, ὡς δ᾽ ἔνιοι λέγουσι Τουτόλα καλουμένη, συνεβούλευσε μηδέτερα ποιεῖν, ἀλλὰ χρησαμένους δόλῳ διαφυγεῖν ἅμα τὸν πόλεμον καὶ τὴν ἐξομήρευσιν. [5] ἦν δ᾽ δόλος, αὐτήν τε τὴν Φιλωτίδα καὶ σὺν αὐτῇ θεραπαινίδας εὐπρεπεῖς κοσμήσαντας ὡς ἐλευθέρας ἀποστεῖλαι πρὸς τοὺς πολεμίους: εἶτα νύκτωρ τὴν Φιλωτίδα πυρσὸν ἆραι, τοὺς δὲ Ῥωμαίους ἐπελθεῖν μετὰ τῶν ὅπλων καὶ χρήσασθαι κοιμωμένοις τοῖς πολεμίοις. ταῦτα δ᾽ ἐδρᾶτο πεισθέντων τῶν Λατίνων, καὶ τὸν πυρσὸν ἀνέσχεν Φιλωτὶς ἔκ τινος ἐρινεοῦ, περισχοῦσα προκαλύμμασι καὶ παραπετάσμασιν ὄπισθεν, ὥστε τοῖς πολεμίοις ἀόρατον εἶναι τὸ φῶς, τοῖς δὲ Ῥωμαίοις κατάδηλον. [6] ὡς οὖν ἐπεῖδον, εὐθὺς ἐξῄεσαν ἐπειγόμενοι καὶ διὰ τὴν ἔπειξιν ἀλλήλους περὶ τὰς πύλας ἀνακαλοῦντες πολλάκις. ἐμπεσόντες δὲ τοῖς πολεμίοις ἀπροσδοκήτως καὶ κρατήσαντες, ἐπινίκιον ἄγουσι τὴν ἑορτήν. καὶ Καπρατῖναι μὲν αἱ νῶναι καλοῦνται διὰ τὸν ἐρινεόν, καπρίφικον ὑπὸ Ῥωμαίων ὀνομαζόμενον. ἑστιῶσι δὲ τὰς γυναῖκας ἔξω συκῆς κλάδοις σκιαζομένας: αἱ δὲ θεραπαινίδες ἀγείρουσι περιιοῦσαι καὶ παίζουσιν, εἶτα πληγαῖς καὶ βολαῖς λίθων χρῶνται πρὸς ἀλλήλας, ὡς καὶ τότε τοῖς Ῥωμαίοις παραγενόμεναι καὶ συναγωνισάμεναι μαχομένοις.

[7] ταῦτ᾽ οὐν2 πολλοὶ προσίενται τῶν συγγραφέων, ἀλλὰ καὶ τὸ μεθ᾽ ἡμέραν χρῆσθαι τῇ ἀνακλήσει τῶν ὀνομάτων καὶ τὸ πρὸς τὸ ἕλος τὸ τῆς αἰγὸς ὡς ἐπὶ θυσίαν3 βαδίζοντας ἔοικε τῷ προτέρῳ λόγῳ προστίθεσθαι μᾶλλον, εἰ μὴ νὴ Δία τῆς αὐτῆς ἡμέρας ἐν χρόνοις ἑτέροις ἀμφότερα τὰ πάθη συνέτυχε γενέσθαι. λέγεται δὲ Ῥωμύλος τέσσαρα μὲν ἔτη καὶ πεντήκοντα γεγονώς, ὄγδοον δὲ βασιλεύων ἐκεῖνο καὶ τριακοστόν, ἐξ ἀνθρώπων ἀφανισθῆναι.

1 οἱ δὲ πολίτην, ὅτι Coraës and Bekker, with two Bodleian MSS. (Bab): οἱ δὲ ὅτι.

2 οὖν with Cobet: οὐ (by few).

3 θυσίαν with Coraës (as in xxix. 2): θάλατταν (sea).

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1914)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: