previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

15. ἐν δὲ τοῖς ἁρπάζουσι τὰς παρθένους τότε τυχεῖν λέγουσι τῶν οὐκ ἐπιφανῶν τινας ἄγοντας κόρην τῷ τε κάλλει πολὺ καὶ τῷ μεγέθει διαφέρουσαν. ἐπεὶ δ᾽ ἀπαντῶντες ἔνιοι τῶν κρειττόνων ἐπεχείρουν ἀφαιρεῖσθαι, βοᾶν τοὺς ἄγοντας, ὡς Ταλασίῳ κομίζοιεν αὐτήν, ἀνδρὶ νέῳ μέν, εὐδοκίμῳ δὲ καὶ χρηστῷ: [2] τοῦτ᾽ οὖν ἀκούσαντας εὐφημεῖν καὶ κροτεῖν ἐπαινοῦντας, ἐνίους δὲ καὶ παρακολουθεῖν ἀναστρέψαντας εὐνοίᾳ καὶ χάριτι τοῦ Ταλασίου, μετὰ βοῆς τοὔνομα φθεγγομένους. ἀφ᾽ οὗ δὴ τὸν Ταλάσιον ἄχρι νῦν, ὡς Ἕλληνες τὸν Ὑμέναιον, ἐπᾴδουσι Ῥωμαῖοι τοῖς γάμοις: καὶ γὰρ εὐτυχίᾳ φασὶ χρήσασθαι περὶ τὴν γυναῖκα τὸν Ταλάσιον.

Σέξτιος δὲ Σύλλας Καρχηδόνιος, οὔτε μουσῶν οὔτε χαρίτων ἐπιδεὴς ἀνήρ, ἔλεγεν ἡμῖν ὅτι τῆς ἁρπαγῆς σύνθημα τὴν φωνὴν ἔδωκε ταύτην Ῥωμύλος: [3] ἅπαντες οὖν ἐβόων τὸν Ταλάσιον οἱ τὰς παρθένους κομίζοντες, καὶ διὰ τοῦτο τοῖς γάμοις παραμένει τὸ ἔθος. οἱ δὲ πλεῖστοι νομίζουσιν, ὧν καὶ Ἰόβας ἐστί, παράκλησιν εἶναι καὶ παρακέλευσιν εἰς φιλεργίαν καὶ ταλασίαν, οὔπω τότε τοῖς Ἑλληνικοῖς ὀνόμασι τῶν Ἰταλικῶν ἐπικεχυμένων. εἰ δὲ τοῦτο μὴ λέγεται κακῶς, ἀλλ᾽ ἐχρῶντο Ῥωμαῖοι τότε τῷ ὀνόματι τῆς ταλασίας καθάπερ ἡμεῖς, ἑτέραν ἄν τις αἰτίαν εἰκάσειε πιθανωτέραν. [4] ἐπεὶ γὰρ οἱ Σαβῖνοι πρὸς τοὺς Ῥωμαίους πολεμήσαντες διηλλάγησαν, ἐγένοντο συνθῆκαι περὶ τῶν γυναικῶν, ὅπως μηδὲν ἄλλο ἔργον τοῖς ἀνδράσιν τὰ περὶ τὴν ταλασίαν ὑπουργῶσι. παρέμεινεν οὖν καὶ τοῖς αὖθις γαμοῦσι τοὺς διδόντας παραπέμποντας ὅλως παρόντας ἀναφωνεῖν τὸν Ταλάσιον μετὰ παιδιᾶς, μαρτυρομένους ὡς ἐπ᾽ οὐδὲν ἄλλο ὑπούργημα τῆς γυναικὸς ταλασίαν εἰσαγομένης. [5] διαμένει δὲ μέχρι νῦν τὸ τὴν νύμφην αὐτὴν ἀφ᾽ αὑτῆς μὴ ὑπερβαίνειν τὸν οὐδὸν εἰς τὸ δωμάτιον, ἀλλ᾽ αἰρομένην εἰσφέρεσθαι, διὰ τὸ καὶ τότε κομισθῆναι βιασθείσας, μὴ εἰσελθεῖν.1 ἔνιοι δὲ λέγουσι καὶ τὸ τὴν κόμην τῆς γαμουμένης αἰχμῇ διακρίνεσθαι δορατίου σύμβολον εἶναι τοῦ μετὰ μάχης καὶ πολεμικῶς τὸν πρῶτον γάμον γενέσθαι: περὶ ὧν ἐπὶ πλέον ἐν τοῖς Αἰτίοις εἰρήκαμεν.

ἐτολμήθη μὲν οὖν ἁρπαγὴ περὶ τὴν ὀκτωκαιδεκάτην ἡμέραν τοῦ τότε Σεξτιλίου μηνός, Αὐγούστου δὲ νῦν, ἐν τὴν τῶν Κωνσαλίων ἑορτὴν ἄγουσιν.

1 μὴ εἰσελθεῖν bracketed by Bekker.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1914)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: