This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[67]
βούλεσθ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ τούτων αἴτιον ἐγὼ ὑμῖν εἴπω; ὅτι τῶν μὲν μετέχουσιν ὧν ἀδικοῦσιν ὑμᾶς τινες, ἀπὸ δὲ τῶν εἰσπραττομένων ὑφαιροῦνται: δι᾽ ἀπληστίαν δὲ τρόπων διχόθεν καρποῦνται τὴν πόλιν. οὔτε γὰρ ῥᾷον πολλοῖς καὶ τὰ μίκρ᾽ ἀδικοῦσιν ἀπεχθάνεσθαι ἢ ὀλίγοις καὶ μεγάλα, οὔτε δημοτικώτερον δήπου τὰ τῶν πολλῶν ἀδικήμαθ᾽ ὁρᾶν ἢ τὰ τῶν ὀλίγων. ἀλλὰ τοῦτ᾽ αἴτιον οὑγὼ λέγω. τῶν μὲν οἶδεν ἑαυτὸν ὄντα, τῶν ἀδικούντων, ὑμᾶς δ᾽ οὐδενὸς ἀξίους ἡγήσατο: διὸ τοῦτον ἐχρήσατο τὸν τρόπον ὑμῖν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.