previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


κέντρων συνοδεύουσα πανσεληνιάζουσα τύχῃ, καὶ ὅταν ἐφ̓ ἑτέρου μὲν πρὸς τὸν ἥλιον σχήματος τῶν λόγον ἐχόντων, συνάπτῃ δέ τινι τῶν νεφελοειδῶν ἐν τῷ ζωδιακῷ συστροφῶν, ὡς τῷ νεφελίῳ τοῦ Καρκίνου καὶ τῇ Πλειάδι τοῦ Ταύρου καὶ τῇ ἀκίδι τοῦ Τοξότου καὶ τῷ κέντρῳ τοῦ Σκορπίου καὶ τοῖς περὶ τὸν Πλόκαμον μέρεσι τοῦ Λέοντος τῇ καλπίδι τοῦ Ὑδροχόου: καὶ [p. 322] ὅταν τοῦ Ἄρεως καὶ τοῦ Κρόνου ἐπικέντρῳ οὔσῃ αὐτῇ καὶ ἀποκρουστικῇ ἀνατολικοὶ αὐτοὶ ὄντες ἐπιφέρωνται πάλιν τοῦ ἡλίου αὐτοὶ ἐπίκεντροι ὄντες προαναφέρωνται. ἐὰν δὲ ἀμφοτέροις ἅμα τοῖς φωσὶν ἤτοι κατὰ τὸ αὐτὸ ζῴδιον καὶ κατὰ διάμετρον, ὡς εἴπομεν, συσχηματισθῶσιν, ἑῷοι μὲν τῷ ἡλίῳ ὄντες, τῇ δὲ σελήνῃ ἑσπέριοι, περὶ ἀμφοτέρους τοὺς ὀφθαλμοὺς τὸ αἴτιον ποιήσουσιν. μὲν γὰρ τοῦ Ἄρεως ἀπὸ πληγῆς κρούσματος σιδήρου κατακαύματος ποιεῖ τὰς πηρώσεις, μετὰ δὲ Ἑρμοῦ συσχηματισθεὶς ἐν παλαίστραις καὶ γυμνασίοις κακουργῶν ἐφόδοις. δὲ τοῦ Κρόνου δἰ ὑποχύσεων ψύξεων ἀπογλαυκώσεων καὶ τῶν τοιούτων: πάλιν ἐὰν τῆς Ἀφροδίτης ἐπί τινος τῶν προειρημένων κέντρων, μάλιστα δὲ ἐπὶ τοῦ δύνοντος, τῷ μὲν τοῦ Κρόνου συνὼν καὶ συσχηματιζόμενος ἐνηλλαχὼς τοὺς τόπους, ὑπὸ δὲ τοῦ Ἄρεως καθυπερτερούμενος διαμετρούμενος, οἱ μὲν ἄνδρες ἄγονοι γίνονται, αἱ δὲ γυναῖκες ἐκτρωσμοῖς ὠμοτοκίαις καὶ ἐμβρυοτομίαις

hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: