previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


γένους διάθεσις ἐπελεύσεται, τό τε τῆς ἐπισκοτήσεως τῶν ἐκλείψεων μέγεθος ὑποβάλλει καὶ αἱ τῶν τὸ αἴτιον ἐμποιούντων ἀστέρων πρὸς τὸν ἐκλειπτικὸν τόπον σχέσεις. ἑσπέριοι μὲν γὰρ σχηματιζόμενοι πρὸς τὰς ἡλιακὰς ἐκλείψεις, ἑῷοι δὲ πρὸς τὰς σεληνιακάς, ἐπὶ τὸ ἔλαττον ὡς ἐπὶ πᾶν διατιθέασι: διαμετροῦντες δὲ ἐπὶ τὸ ἥμισυ: ἑῷοι δὲ σχηματιζόμενοι πρὸς τὰς ἡλιακὰς ἑσπέριοι πρὸς τὰς σεληνιακὰς ἐπὶ τὸ πλεῖον


Περὶ τῆς αὐτοῦ τοῦ ἀποτελέσματος ποιότητος Τέταρτον δ̓ ἐστὶ κεφάλαιον τὸ περὶ αὐτῆς τῆς τοῦ ἀποτελέσματος ποιότητος, τουτέστι, πότερον ἀγαθῶν τῶν ἐναντίων ἐστὶ ποιητικὸν καὶ ποδαπὸν ἐφ̓ ἑκάτερον κατὰ τὸ τοῦ εἴδους ἰδιότροπον. τοῦτο δὲ ἀπὸ τῆς τῶν οἰκοδεσποτησάντων ἀστέρων τοὺς κυρίους τόπους ποιητικῆς φύσεως καταλαμβάνεται καὶ τῆς συγκράσεως τῆς τε πρὸς ἀλλήλους καὶ τοὺς τόπους καθ̓ ὧν ἂν ὦσι τετυχηκότες. μὲν γὰρ ἥλιος καὶ σελήνη διατάκται καὶ ὥσπερ ἡγεμόνες [p. 178] εἰσὶ τῶν ἄλλων, αὐτοὶ αἴτιοι γενόμενοι τοῦ τε κατὰ τὴν ἐνέργειαν ὅλου καὶ τῆς τῶν ἀστέρων οἰκοδεσποτίας καὶ ἔτι τῆς τῶν οἰκοδεσποτησάντων ἰσχύος ἀδρανείας. δὲ τῶν τὴν κυρίαν λαβόντων συγκρατικὴ θεωρία τὴν τῶν ἀποτελεσμάτων δείκνυσι ποιότητα.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: