previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τε καὶ ἀπορροίας τῶν πλανωμένων ἀστέρων, τάς τε ἰδιότητας αὐτῶν καὶ τῶν τόπων, καὶ ποίων ἀνέμων εἰσὶ κινητικοὶ αὐτοί τε καὶ τὰ μέρη τῶν ζῳδίων καθ̓ ὧν ἂν τύχωσιν: ἔτι δὲ καὶ τὸ πλάτος τῆς σελήνης ἀνέμῳ προσνένευκε κατὰ τὴν λόξωσιν τοῦ διὰ μέσων, ὅπως ἐξ ἁπάντων τούτων κατὰ τὴν ἐπικράτησιν τὰ ὡς ἐπὶ πᾶν τῶν μηνῶν καταστήματα καὶ πνεύματα προγινώσκωμεν. Τρίτη δ̓ ἐστὶ τὸ τὰς ἔτι λεπτομερεστέρας ἐπισημασίας [p. 210] ἀνέσεων καὶ ἐπιτάσεων παρατηρεῖν. θεωρεῖται δὲ καὶ τοῦτο διά τε τῶν κατὰ μέρος τοῦ ἡλίου καὶ τῆς σελήνης συσχηματισμῶν, οὐ μόνον τῶν συνοδικῶν πανσεληνιακῶν ἀλλὰ καὶ τῶν κατὰ τὰς διχοτόμους, καταρχομένης ὡς ἐπὶ πᾶν τῆς κατὰ τὴν ἐπισημασίαν ἐναλλοιώσεως πρὸ τριῶν ἡμερῶν, ἐνίοτε δὲ καὶ μετὰ τρεῖς τῆς ἰσοστάθμου πρὸς τὸν ἥλιον ἐπιπορεύσεως, καὶ διὰ τοῦ καθ̓ ἑκάστην τῶν τοιούτων στάσεων καὶ τῶν ἄλλων, οἷον τριγώνων καὶ ἑξαγώνων, καὶ πρὸς τοὺς πλάνητας συσχηματισμοῦ. τούτων γὰρ ἀκολούθως τῇ φύσει καὶ τῆς ἐναλλοιώσεως ἰδιοτροπία καταλαμβάνεται συμφώνως ταῖς τε τῶν ἐπιθεωρούντων ἀστέρων καὶ ταῖς τῶν ζῳδίων πρός τε τὸ περιέχον καὶ τοὺς ἀνέμους φυσικαῖς συνοικειώσεσιν. Αὐτῶν δὲ τούτων τῶν κατὰ μέρος ποιοτήτων αἱ

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: