[19ξ]
Πρώταρχος
σχεδὸν ἔοικεν οὕτως, ὦ Σώκρατες, ἔχειν. ἀλλὰ καλὸν μὲν τὸ σύμπαντα γιγνώσκειν τῷ σώφρονι, δεύτερος δ᾽ εἶναι πλοῦς δοκεῖ μὴ λανθάνειν αὐτὸν αὑτόν. τί δή μοι τοῦτο εἴρηται τὰ νῦν; ἐγώ σοι φράσω. σὺ τήνδε ἡμῖν τὴν συνουσίαν, ὦ Σώκρατες, ἐπέδωκας πᾶσι καὶ σεαυτὸν πρὸς τὸ διελέσθαι τί τῶν ἀνθρωπίνων κτημάτων ἄριστον. Φιλήβου γὰρ εἰπόντος ἡδονὴν καὶ τέρψιν καὶ χαρὰν καὶ πάνθ᾽ ὁπόσα τοιαῦτ᾽ ἐστί, σὺ πρὸς αὐτὰ ἀντεῖπες ὡς οὐ ταῦτα