[48δ]
Σωκράτης
ἔγωγε. τοὐναντίον μὴν ἐκείνῳ δῆλον ὅτι τὸ μηδαμῇ γιγνώσκειν αὑτὸν λεγόμενον ὑπὸ τοῦ γράμματος ἂν εἴη.Πρώταρχος
τί μήν;Σωκράτης
ὦ Πρώταρχε, πειρῶ δὲ αὐτὸ τοῦτο τριχῇ τέμνειν.Πρώταρχος
πῇ φῄς; οὐ γὰρ μὴ δυνατὸς ὦ.Σωκράτης
λέγεις δὴ δεῖν ἐμὲ τοῦτο διελέσθαι τὰ νῦν;Πρώταρχος
λέγω, καὶ δέομαί γε πρὸς τῷ λέγειν.Σωκράτης
ἆρ᾽ οὖν οὐ τῶν ἀγνοούντων αὑτοὺς κατὰ τρία ἀνάγκη τοῦτο τὸ πάθος πάσχειν ἕκαστον;Πρώταρχος
πῶς;