[31β]
Πρώταρχος
μεμνησόμεθα: πῶς γὰρ οὔ;Σωκράτης
δεῖ δὴ τὸ μετὰ τοῦτο, ἐν ᾧ τέ ἐστιν ἑκάτερον αὐτοῖν καὶ διὰ τί πάθος γίγνεσθον ὁπόταν γίγνησθον ἰδεῖν ἡμᾶς. πρῶτον τὴν ἡδονήν: ὥσπερ τὸ γένος αὐτῆς πρότερον ἐβασανίσαμεν, οὕτω καὶ ταῦτα πρότερα. λύπης δὲ αὖ χωρὶς τὴν ἡδονὴν οὐκ ἄν ποτε δυναίμεθα ἱκανῶς βασανίσαι.Πρώταρχος
ἀλλ᾽ εἰ ταύτῃ χρὴ πορεύεσθαι, ταύτῃ πορευώμεθα.Σωκράτης
ἆρ᾽ οὖν σοὶ καθάπερ ἐμοὶ φαίνεται τῆς γενέσεως αὐτῶν πέρι;