[43ε]
Σωκράτης
τριῶν ὄντων οὖν ἡμῖν, ὧντινων βούλει, τίθει, καλλίοσιν ἵνα ὀνόμασι χρώμεθα, τὸ μὲν χρυσόν, τὸ δ᾽ ἄργυρον, τρίτον δὲ τὸ μηδέτερα τούτων.Πρώταρχος
κεῖται.Σωκράτης
τὸ δὴ μηδέτερα τούτων ἔσθ᾽ ἡμῖν ὅπως θάτερα γένοιτο ἄν, χρυσὸς ἢ ἄργυρος;Πρώταρχος
καὶ πῶς ἄν;Σωκράτης
οὐδ᾽ ἄρα ὁ μέσος βίος ἡδὺς ἢ λυπηρὸς λεγόμενος ὀρθῶς ἄν ποτε οὔτ᾽ εἰ δοξάζοι τις, δοξάζοιτο, οὔτ᾽ εἰ λέγοι, λεχθείη, κατά γε τὸν ὀρθὸν λόγον.Πρώταρχος
πῶς γὰρ ἄν;