[27δ]
Σωκράτης
ἴθι δή: νικῶντα μὲν ἔθεμέν που τὸν μεικτὸν βίον ἡδονῆς τε καὶ φρονήσεως. ἦν οὕτως;Πρώταρχος
ἦν.Σωκράτης
οὐκοῦν τοῦτον μὲν τὸν βίον ὁρῶμέν που τίς τέ ἐστι καὶ ὁποίου γένους;Πρώταρχος
πῶς γὰρ οὔ;Σωκράτης
καὶ μέρος γ᾽ αὐτὸν φήσομεν εἶναι τοῦ τρίτου οἶμαι γένους: οὐ γὰρ ὁ δυοῖν τινοῖν ἐστι μικτὸς ἐκεῖνος ἀλλὰ συμπάντων τῶν ἀπείρων ὑπὸ τοῦ πέρατος δεδεμένων, ὥστε ὀρθῶς ὁ νικηφόρος οὗτος βίος μέρος ἐκείνου γίγνοιτ᾽ ἄν.Πρώταρχος
ὀρθότατα μὲν οὖν.