[28β]
Φίληβος
σεμνύνεις γάρ, ὦ Σώκρατες, τὸν σεαυτοῦ θεόν.Σωκράτης
καὶ γὰρ σύ, ὦ ἑταῖρε, τὴν σαυτοῦ: τὸ δ᾽ ἐρωτώμενον ὅμως ἡμῖν λεκτέον.Πρώταρχος
ὀρθῶς τοι λέγει Σωκράτης, ὦ Φίληβε, καὶ αὐτῷ πειστέον.Φίληβος
οὐκοῦν ὑπὲρ ἐμοῦ σύ, Πρώταρχε, προῄρησαι λέγειν;Πρώταρχος
πάνυ γε: νῦν μέντοι σχεδὸν ἀπορῶ, καὶ δέομαί γε, ὦ Σώκρατες, αὐτόν σε ἡμῖν γενέσθαι προφήτην, ἵνα μηδὲν ἡμεῖς σοι περὶ τὸν ἀγωνιστὴν ἐξαμαρτάνοντες παρὰ μέλος φθεγξώμεθά τι.