[33δ]
Πρώταρχος
πῶς φῄς;Σωκράτης
θὲς τῶν περὶ τὸ σῶμα ἡμῶν ἑκάστοτε παθημάτων τὰ μὲν ἐν τῷ σώματι κατασβεννύμενα πρὶν ἐπὶ τὴν ψυχὴν διεξελθεῖν ἀπαθῆ ἐκείνην ἐάσαντα, τὰ δὲ δι᾽ ἀμφοῖν ἰόντα καί τινα ὥσπερ σεισμὸν ἐντιθέντα ἴδιόν τε καὶ κοινὸν ἑκατέρῳ.Πρώταρχος
κείσθω.Σωκράτης
τὰ μὲν δὴ μὴ δι᾽ ἀμφοῖν ἰόντα ἐὰν τὴν ψυχὴν ἡμῶν φῶμεν λανθάνειν, τὰ δὲ δι᾽ ἀμφοῖν μὴ λανθάνειν, ἆρ᾽ ὀρθότατα ἐροῦμεν;