[28ξ]
Σωκράτης
πειστέον, ὦ Πρώταρχε: οὐδὲ γὰρ χαλεπὸν οὐδὲν ἐπιτάττεις. ἀλλ᾽ ὄντως σε ἐγώ, καθάπερ εἶπε Φίληβος, σεμνύνων ἐν τῷ παίζειν ἐθορύβησα, νοῦν καὶ ἐπιστήμην ἐρόμενος ὁποίου γένους εἶεν;Πρώταρχος
παντάπασί γε, ὦ Σώκρατες.Σωκράτης
ἀλλὰ μὴν ῥᾴδιον: πάντες γὰρ συμφωνοῦσιν οἱ σοφοί, ἑαυτοὺς ὄντως σεμνύνοντες, ὡς νοῦς ἐστι βασιλεὺς ἡμῖν οὐρανοῦ τε καὶ γῆς. καὶ ἴσως εὖ λέγουσι. διὰ μακροτέρων δ᾽, εἰ βούλει, τὴν σκέψιν αὐτοῦ τοῦ γένους ποιησώμεθα.