[41δ]
Σωκράτης
γίγνεται τοίνυν, ὁπόταν ᾖ ταῦτα, ἅμα παρακεῖσθαι λύπας τε καὶ ἡδονάς, καὶ τούτων αἰσθήσεις ἅμα παρ᾽ ἀλλήλας ἐναντίων οὐσῶν γίγνεσθαι, ὃ καὶ νυνδὴ ἐφάνη.Πρώταρχος
φαίνεται γοῦν.Σωκράτης
οὐκοῦν καὶ τόδε εἴρηται καὶ συνωμολογημένον ἡμῖν ἔμπροσθε κεῖται;Πρώταρχος
τὸ ποῖον;Σωκράτης
ὡς τὸ μᾶλλόν τε καὶ ἧττον ἄμφω τούτω δέχεσθον, λύπη τε καὶ ἡδονή, καὶ ὅτι τῶν ἀπείρων εἴτην.Πρώταρχος
εἴρηται. τί μήν;Σωκράτης
τίς οὖν μηχανὴ ταῦτ᾽ ὀρθῶς κρίνεσθαι;