[43β]
σὺ δ᾽ ἀπόκριναι πότερον ἀεὶ πάντα, ὁπόσα πάσχει τι τῶν ἐμψύχων, ταῦτ᾽ αἰσθάνεται τὸ πάσχον, καὶ οὔτ᾽ αὐξανόμενοι λανθάνομεν ἡμᾶς αὐτοὺς οὔτε τι τῶν τοιούτων οὐδὲν πάσχοντες, ἢ πᾶν τοὐναντίον.Πρώταρχος
ἅπαν δήπου τοὐναντίον: ὀλίγου γὰρ τά γε τοιαῦτα λέληθε πάνθ᾽ ἡμᾶς.Σωκράτης
οὐ τοίνυν καλῶς ἡμῖν εἴρηται τὸ νυνδὴ ῥηθέν, ὡς αἱ μεταβολαὶ κάτω τε καὶ ἄνω γιγνόμεναι λύπας τε καὶ ἡδονὰς ἀπεργάζονται.Πρώταρχος
τί μήν;