Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
λέγεται δὲ Κάτων εὐθὺς ἐκ παιδίου τῇ τε φωνῇ καὶ τῷ προσώπῳ καὶ ταῖς περὶ τὰς παιδιὰς διατριβαῖς ἦθος ὑποφαίνειν ἄτρεπτον καὶ ἀπαθὲς καὶ βέβαιον ἐν πᾶσιν. ἰσχύν τε γὰρ εἶχον αὐτοῦ παρ᾽ ἡλικίαν τελεσιουργὸν αἱ ὁρμαί, καὶ τοῖς κολακεύουσι τραχὺς ὢν καὶ προσάντης, ἔτι μᾶλλον ἐκράτει τῶν ἐκφοβούντων. ἦν δὲ καὶ πρὸς γέλωτα κομιδῇ δυσκίνητος, ἄχρι μειδιάματος σπανίως τῷ προσώπῳ διαχεόμενος, καὶ πρὸς ὀργὴν οὐ ταχὺς οὐδὲ ὀλισθηρός, ὀργισθεὶς δὲ δυσπαραίτητος.
[p. 238]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.