Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἐκ δὲ
τούτου δύο κλίνας εἰς ταὐτὸ δωμάτιον ἐκέλευε τίθεσθαι, καὶ τὸν Μουνάτιον οὕτως ἀεὶ καθεύδειν μετὰ παιδιᾶς φυλασσόμενον ὑπὸ τοῦ Κάτωνος.
εἵποντο δὲ αὐτῷ πεντεκαίδεκα μὲν οἰκέται, δύο δ
ὲ ἀπελεύθεροι, φίλοι δὲ τέσσαρες, ὧν ὀχουμένων
ἵπποις αὐτὸς ἀεὶ περιπατῶν ἑκάστῳ παρέβαλλεν
ἐν μέρει προσδιαλεγόμενος. ἐπεὶ δὲ ἧκεν
εἰς τὸ στρατόπεδον, πλειόνων ταγμάτων ὄντων,
ἑνὸς ἄρχων ἀποδειχθεὶς ὑπὸ τοῦ στρατηγοῦ, τῆς
μὲν ἰδίας ἀρετῆς, μιᾶς οὔσης, μικρὸν ἔργον ἡγεῖτο
καὶ οὐκ ἀνύσιμον1 τὴν ἐπίδειξιν,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.