Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τοιαῦτα διαλεχθεὶς τοῖς τριακοσίοις ἀπηλλάττετο: καὶ πυθόμενος Καίσαρα πᾶσαν ἄγοντα τήν στρατιὰν ἤδη καθ᾽ ὁδὸν εἶναι, ‘παπαὶ,’ εἶπεν, ‘ὡς ἐπ᾽ ἄνδρας ἡμᾶς ἐκεῖνος’ καὶ τραπόμενος πρὸς τοὺς συγκλητικοὺς ἐκέλευε μὴ μέλλειν, ἀλλ᾽ ἕως παραμένουσιν οἱ ἱππεῖς
[p. 394]
σῴζεσθαι. καὶ τὰς μὲν ἄλλας ἀπέκλεισε θύρας, μιᾷ
δὲ τῇ πρὸς θάλασσαν φερούσῃ1 τά τε πλοῖα τοῖς
ὑφ᾽ ἑαυτὸν διένειμε καὶ τάξεως ἐπεμελεῖτο, παύων τὰς ἀδικίας καὶ διαλύων τοὺς θορύβους, καὶ τοὺς ἀπόρως ἔχοντας ἐφοδιάζων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.