Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
αὑτῷ δὲ ποιῆσαι τοὺς ἀρχομένους ὁμοίους μάλιστα φιλοτιμούμενος οὐ τὸν φόβον ἀφεῖλε τῆς ἐξουσίας, ἀλλὰ προσέθηκε τὸν λόγον ᾧ πείθων περὶ ἑκάστου καὶ διδάσκων, ἑπομένης τιμῆς καὶ κολάσεως, χαλεπὸν ἦν εἰπεῖν πότερον εἰρηνικοὺς μᾶλλον ἢ πολεμικούς καὶ προθυμοτέρους ἢ δικαιοτέρους παρεσκεύασε τοὺς ἄνδρας: οὕτως ἐφαίνοντο φοβεροὶ μὲν τοῖς πολεμίοις, ἥμεροι δὲ τοῖς συμμάχοις,
[p. 256]
ἄτολμοι δὲ πρὸς τὸ ἀδικεῖν, φιλότιμοι δὲ πρὸς τοὺς ἐπαίνους, οὗ δὲ ἥκιστα Κάτων ἐπεμελήθη,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.