Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘
[3]
οὐχὶ Καῖσαρ μὲν οὗτος εἰς ὃν ἡ Ῥωμαίων ἅπασα περιέστηκεν ἰσχύς; ἡμῶν δὲ Σκηπίων οὐδεὶς οὐδὲ Πομπήϊος οὐδὲ Κάτων, ἀλλὰ ἐν οἷς καιροῖς πάντες ἄνθρωποι ταπεινότερα τῶν προσηκόντων διὰ φόβον φρονοῦσιν, ἐν τούτοις ἡμεῖς ὑπερμαχοῦντες τῆς Ῥωμαίων ἐλευθερίας πολεμοῦμεν ἐξ Ἰτύκης ᾧ Κάτων μετὰ Πομπηΐου Μάγνου φεύγων ὑφεῖτο τῆς Ἰταλίας; καὶ
[p. 386]
δούλους ἐλευθεροῦμεν κατὰ Καίσαρος, οἷς αὐτοῖς ἐλευθερίας, ὅσον ἂν ἐκεῖνος θέλῃ, μέτεστιν; ἀλλ᾽ ἔτι νῦν, ὦ μοχθηροὶ, γνόντες ἑαυτοὺς παραιτώμεθα τὸν κρατοῦντα καὶ πέμψωμεν τοὺς δεησομένους.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.