Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οὕτω δ᾽ ἦν περιβόητος ὥστ᾽, ἐπειδὴ Σύλλας τὴν παιδικὴν καὶ ἱερὰν ἱπποδρομίαν, ἣν καλοῦσι Τροίαν, ἐπὶ θέᾳ διδάσκων καὶ συναγαγὼν τοὺς εὐγενεῖς παῖδας ἀπέδειξεν ἡγεμόνας δύο, τὸν μὲν ἕτερον οἱ παῖδες ἐδέξαντο διὰ τὴν μητέρα Μετέλλης γὰρ ἦν υἱός, τῆς Σύλλα γυναικός, τὸν δὲ ἕτερον, ἀδελφιδοῦν ὄντα Πομπηΐου, Σέξτον, οὐκ εἴων οὐδὲ ἐβούλοντο μελετᾶν οὐδὲ ἕπεσθαι, πυνθανομένου δὲ τοῦ Σύλλα τίνα βούλοιντο, πάντες ἐβόησαν ‘Κάτωνα,’ καὶ ὅ γε Σέξτος αὐτὸς εἴξας παρῆκεν ὡς κρείττονι τὴν φιλοτιμίαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.