Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[8]
οὐ
γὰρ τιμῶσι μόνον, ὡς τοὺς ἀνδρείους, οὐδὲ θαυμάζουσιν, ὡς τοὺς φρονίμους, ἀλλὰ καὶ φιλοῦσι τοὺς δικαίους καὶ θαρροῦσιν αὐτοῖς καὶ πιστεύουσιν. ἐκείνων δὲ τοὺς μὲν φοβοῦνται, τοῖς δὲ ἀπιστοῦσι: πρὸς δὲ τούτοις ἐκείνους μὲν οἴονται φύσει μᾶλλον ἢ τῷ βούλεσθαι διαφέρειν, ἀνδρείαν καὶ φρόνησιν, τὴν μὲν ὀξύτητά τινα, τὴν δὲ εὐρωστίαν ψυχῆς τιθέμενοι, δικαίῳ δὲ ὑπάρχοντος εὐθὺς εἶναι τῷ βουλομένῳ μάλιστα τὴν ἀδικίαν ὡς κακίαν ἀπροφάσιστον αἰσχύνονται.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.