Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
οὕτω δὴ μεταβαλὼν ὁ Κάτων καὶ σχῆμα καὶ φωνὴν καὶ λόγον, ἐπειπὼν δὲ πᾶσι τοῖς ἄλλοις διατεταμένως ὅτι ζῶντος
[p. 298]
αὐτοῦ Πομπήϊος οὐ παρέσται μεθ᾽ ὅπλων εἰς τὴν πόλιν, ἐκεῖνο τῇ βουλῇ παρέστησεν, ὡς οὐδέτερος μὲν καθέστηκεν οὐδὲ χρῆται λογισμοῖς ἀσφαλέσιν, ἔστι δὲ ἡ μὲν Μετέλλου πολιτεία μανία δι᾽ ὑπερβολὴν κακίας φερομένη πρὸς ὄλεθρον καὶ σύγχυσιν ἁπάντων, ἡ δὲ Κάτωνος ἀρετῆς ἐνθουσιασμός
ὑπὲρ τῶν καλῶν καὶ δικαίων ἀγωνιζομένης.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.