Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπεὶ δὲ Καίσαρος αὑτοῦ μὲν ἐμπεφυκότος τοῖς στρατεύμασιν ἐν Γαλατίᾳ καὶ τῶν ὅπλων ἐχομένου, δώροις δὲ καὶ χρήμασι καὶ φίλοις μάλιστα πρὸς τὴν ἐν τῇ πόλει χρωμένου δύναμιν, ἤδη μὲν αἱ Κάτωνος προαγορεύσεις ἀνέφερον τὸν Πομπήϊον ἐκ πολλῆς ἤδη τῆς πρόσθεν ἀπιστίας ὀνειροπολοῦντα τὸ δεινόν, ἔτι δὲ ἦν ὄκνου καὶ μελλήσεως ἀτόλμου πρὸς τὸ κωλύειν καὶ ἐπιχειρεῖν ὑπόπλεως, ὥρμησεν ὁ Κάτων ὑπατείαν παραγγέλλειν ὡς ἀφαιρησόμενος εὐθὺς τὰ ὅπλα τοῦ Καίσαρος ἢ τὴν ἐπιβουλὴν ἐξελέγξων. οἱ δὲ:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.