Click on a word to bring up parses, dictionary entries, and frequency statistics
λουσάμενος δὲ μετὰ πολλῶν ἐδείπνει καθήμενος, ὥσπερ εἰώθει μετὰ τὴν μάχην οὐ γὰρ κατεκλίθη πλὴν καθεύδων συνεδείπνουν δὲ πάντες οἱ ἑταῖροι καὶ τῶν Ἰτυκαίων οἱ ἄρχοντες, καὶ μετὰ τὸ δεῖπνον ὁ πότος ἔσχε μοῦσαν πολλὴν καὶ χάριν, ἄλλων ἐπ᾽ ἄλλοις λόγων φιλοσόφων κυκλούντων, ἄχρι οὗ περιῆλθεν ἡ ζήτησις εἰς ταῦτα δὴ τὰ παράδοξα καλούμενα τῶν Στωϊκῶν, τὸ μόνον εἶναι τὸν ἀγαθὸν ἐλεύθερον, δούλους δὲ τοὺς φαύλους ἅπαντας, ἐνταῦθα δή, ὡς εἰκός,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.