Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
καὶ πεζῇ προῄει μετ᾽ αὐτῶν, ὡς δ᾽ ἐγγὺς ἦσαν, ὁ πάντα διακοσμῶν ἐκεῖνα καὶ τὸν ὄχλον εἰς τάξιν καθιστάς, ἀνὴρ πρεσβύτερος ἤδη, ῥάβδον ἐν τῇ χειρὶ καὶ στέφανον κρατῶν, ἀπήντησε τῷ Κάτωνι πρὸ τῶν ἄλλων, καὶ μηδὲ ἀσπασάμενος ἠρώτα ποῦ Δημήτριον ἀπολελοίπασι καὶ πηνίκα παρέσται. Πομπηΐου δὲ ἦν γεγονὼς ὁ Δημήτριος
[p. 264]
οἰκέτης: τότε δὲ πάντων, ὡς ἔπος εἰπεῖν, ἀνθρώπων εἰς Πομπήϊον ἀποβλεπόντων, ἐθεραπεύετο παρ᾽ ἀξίαν, μέγα παρ᾽ αὐτῷ δυνάμενος,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.