previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[25]

μηδεὶς δ᾽ ὑμῶν ἡγείσθω μ᾽, ἄνδρες Ἀθηναῖοι, μήτ᾽ ἀνανδρίᾳ μήτ᾽ ἄλλῃ προφάσει φαύλῃ μηδεμιᾷ παρ᾽ ὅλην τὴν ἐπιστολὴν ὀδύρεσθαι. ἀλλὰ τοῖς παροῦσιν ἕκαστος ἀφθόνως χρῆται, ἐμοὶ δὲ ταῦτα νῦν πάρεστιν, ὡς μήποτ᾽ ὤφελεν, λῦπαι καὶ δάκρυα καὶ τῆς πατρίδος καὶ ὑμῶν πόθος καὶ ὧν πέπονθα λογισμός, πάντα ποιεῖ μ᾽ ὀδύρεσθαι: ἐπισκοποῦντες δικαίως, <ὡς> ἐν οὐδενὶ τῶν πεπολιτευμένων ὑπὲρ ὑμῶν, οὔτε μαλακίαν οὔτ᾽ ἀνανδρίαν προσοῦσαν εὑρήσετέ μοι. [26]

πρὸς μὲν δὴ πάντας ὑμᾶς τοσαῦτα: ἰδίᾳ δὲ τοῖς ἐμοὶ προσκρούουσιν ἐναντίον ὑμῶν βούλομαι διαλεχθῆναι. ὅσα μὲν γὰρ τοῖς ὑφ᾽ ὑμῶν ἀγνοηθεῖσιν ὑπηρετοῦντες ἐποίουν, ἔστω δι᾽ ὑμᾶς αὐτοῖς πεπρᾶχθαι, καὶ οὐδὲν ἐγκαλῶ. ἐπειδὴ δ᾽ ἐγνώκαθ᾽ ὑμεῖς οἷα ταῦτ᾽ ἐστίν, ἐὰν μέν, ὥσπερ ὑπὲρ τῶν λοιπῶν ἐῶσι, καὶ ἐμοὶ συγχωρήσωσι, καλῶς ποιήσουσιν: ἐὰν δ᾽ ἐπηρεάζειν ἐγχειρῶσιν, ὑμᾶς ἀξιῶ μοι βοηθεῖν ἅπαντας, καὶ μὴ κυριωτέραν τὴν τούτων ἔχθραν τῆς παρ᾽ ὑμῶν χάριτός μοι γενέσθαι. εὐτυχεῖτε.

load focus English (Norman W. DeWitt, Norman J. DeWitt)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: