previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[31] ὅταν οὖν τοιαῦτα καὶ τηλικαῦτα πᾶσιν ἰδεῖν παραδείγματα, ἀφ᾽ ὧν λυσιτελεῖ προελέσθαι πᾶς τις ἂν κρίναι, φοβοῦμαι μήποτ᾽ ἔρημοι τῶν ὑπὲρ ὑμῶν ἐρούντων γένησθε, ἄλλως τε καὶ ὅταν τῶν δημοτικῶν τοὺς μὲν καθήκουσα μοῖρα καὶ τύχη καὶ χρόνος παραιρῆται, οἷον Ναυσικλέα καὶ Χάρητα καὶ Διότιμον καὶ Μενεσθέα καὶ Εὔδοξον, ἔτι δ᾽ Εὐθύδικον καὶ Ἐφιάλτην καὶ Λυκοῦργον, τοὺς δ᾽ ὑμεῖς προῆσθε, ὥσπερ Χαρίδημον καὶ Φιλοκλέα καὶ ἐμέ. [32] ὧν ἑτέρους εὐνουστέρους οὐδ᾽ αὐτοὶ νομίζετε: εἰ δ᾽ ὁμοίους τινάς, οὐ φθονῶ, βουλοίμην δ᾽ ἄν, εἴπερ ὑμεῖς δικαίως αὐτοῖς προσοίσεσθε καὶ μὴ ταὔθ᾽ ἅπερ ἡμεῖς πείσονται, ὡς πλείστους αὐτοὺς γενέσθαι. ἀλλ᾽ ὅταν γε τοιαῦθ᾽ οἷα τὰ νῦν, παραδείγματ᾽ ἐκφέρητε, τίς ἔστιν ὅστις εἰς ταύτην τὴν τάξιν ἑαυτὸν γνησίως ὑμῖν ἐθελήσει δοῦναι; [33] ἀλλὰ μὴν τῶν γε προσποιησομένων οὐκ ἀπορήσετε: οὐδὲ γὰρ πρότερον. μὴ γένοιτο δ᾽ ἰδεῖν ἐξελεγχθέντας αὐτοὺς ὁμοίως ἐκείνοις, οἳ φανερῶς τότ᾽ ἠρνοῦντο νῦν πολιτευόμενοι οὐδέν᾽ ὑμῶν οὔτε δεδοίκασιν οὔτ᾽ αἰσχύνονται. χρὴ λογιζομένους, ἄνδρες Ἀθηναῖοι, μήτε τῶν εὔνων ὀλιγωρεῖν μήτε τοῖς προάγουσιν ἐς πικρίαν καὶ ὠμότητα τὴν πόλιν πείθεσθαι. [34] πολὺ γὰρ μᾶλλον εὐνοίας καὶ φιλανθρωπίας τὰ παρόντα πράγματα δεῖται ταραχῆς καὶ δυσμενείας, ὧν ὑπερβολῇ χρώμενοί τινες ἐργολαβοῦσι καθ᾽ ὑμῶν εἰς ὑποδοχὴν πραγμάτων, ὧν διαψεύσειεν αὐτοὺς λογισμός. εἰ δέ τις ὑμῶν διασύρει ταῦτα, πολλῆς ἐστιν εὐηθείας μεστός. εἰ γάρ, μηδεὶς ἂν ἤλπισεν, ὁρῶν γεγενημένα, καὶ πρότερον γέγονε τοῦ δήμου πρὸς τοὺς ὑπὲρ αὐτοῦ λέγοντας ὑπ᾽ ἀνθρώπων ἐγκαθέτων διαβληθέντος, νῦν μὴ ἂν οἴεται γενέσθαι, πῶς οὐ τετύφωται;

load focus English (Norman W. DeWitt, Norman J. DeWitt)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: