previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[9] λείπεται τοίνυν πάντες ἂν εἶναι φαύλων ἀνθρώπων [ἔργον] φήσαιεν, ὅσον ἂν χρῆσθε χρόνον, τοσοῦτον ἑκάστου φροντίζειν δοκεῖν, μετὰ ταῦτα δὲ μηδέν᾽ ἔχειν λόγον. εἰς τί γὰρ τῶν ἄλλων χρὴ προσδοκᾶν τῷ τετελευτηκότι τὴν παρ᾽ ὑμῶν ἔσεσθαι χάριν, ὅταν εἰς τοὺς παῖδας καὶ τὴν εὐδοξίαν τἀναντί᾽ ὁρᾷ τις γιγνόμενα, ὧν μόνων καὶ τελευτῶσι πᾶσιν ὅπως ἕξει καλῶς μέλει; [10] καὶ μὴν οὐδὲ χρημάτων ποιεῖν ἕνεκα ταῦτα δοκεῖν τῶν καλῶν [κἀγαθῶν] ἐστιν. οὔτε γὰρ τῆς μεγαλοψυχίας οὔτε τῆς ἄλλης προαιρέσεως τῆς ὑμετέρας ἀκόλουθον ἂν φανείη. εἰ γὰρ ὑμᾶς λύσασθαι παρ᾽ ἑτέρων ἔδει δόντας ἐκ τῶν προσιόντων τὰ χρήματα ταῦτα, πάντας ἂν ἡγοῦμαι προθύμους εἶναι: τίμημα δ᾽ ὁρῶν ὀκνοῦντας ἀφεῖναι, λόγῳ καὶ φθόνῳ γέγονεν, οὐκ ἔχω τί καταγνῶ, εἰ μὴ ὅλως πικρῶς καὶ ταραχωδῶς ἔχειν πρὸς τοὺς δημοτικοὺς ὡρμήκατε. εἰ δὲ τοῦτ᾽ ἔστιν, οὔτ᾽ ὀρθῶς οὔτε συμφερόντως [βουλεύεσθαι] ἐγνώκατε.

load focus English (Norman W. DeWitt, Norman J. DeWitt)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: