previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[10]

τοιγαροῦν ἐπὶ τούτοις οἱ θεοὶ τὰς μὲν μαντείας τὰς ἀγαθὰς ὑμῖν διδόασι, τὴν δ᾽ ἄδικον βλασφημίαν εἰς κεφαλὴν τῷ λέγοντι τρέπουσιν. γνοίη δ᾽ ἄν τις, εἰ προέλοιτ᾽ ἐξετάσαι τὰ ἐπιτηδεύματ᾽ ἐν οἷς ζῇ. [11] γὰρ ἂν καταράσαιτό τις αὐτῷ, ταῦτ᾽ ἐκ προαιρέσεως ποιεῖ. ἐχθρὸς μέν ἐστι τοῖς γονεῦσι, φίλος δὲ Παυσανίᾳ τῷ πόρνῳ: καὶ θρασύνεται μὲν ὡς ἀνήρ, πάσχει δ᾽ ὡς γυνή: καὶ τοῦ μὲν πατρός ἐστι κρείττων, τῶν δ᾽ αἰσχρῶν ἥττων: οἷς δ᾽ ὑπὸ πάντων δυσχεραίνεται, τούτοις τὴν διάνοιαν ἀγάλλεται, αἰσχρορρημοσύνῃ καὶ τῷ διηγεῖσθαι ταῦτ᾽ ἐφ᾽ οἷς ἀλγοῦσιν οἱ ἀκούοντες: δ᾽, ὡς ἀφελὴς καὶ παρρησίας μεστός, οὐ παύεται. [12] καὶ ταῦτ᾽ οὐκ ἂν ἔγραψα, εἰ μὴ κινῆσαι τὴν ἐν ὑμῖν μνήμην τῶν προσόντων αὐτῷ κακῶν ἠβουλόμην. γὰρ εἰπεῖν ἄν τις ὀκνήσαι καὶ γράψαι φυλάξαιτ᾽ ἄν, οἶμαι δὲ κἂν ἀκούσαντα δυσχερᾶναι, ταῦτ᾽ ἀπὸ τούτων μνησθεὶς οἶδεν ἕκαστος ὑμῶν πολλὰ καὶ δεινὰ καὶ αἰσχρὰ τούτῳ προσόντα, ὥστ᾽ ἐμοί τε μηδὲν ἀναιδὲς εἰρῆσθαι, καὶ τοῦτον ὑπόμνημα τῶν ἑαυτοῦ κακῶν ὀφθέντα πᾶσιν εἶναι. εὐτυχεῖτε.

load focus English (Norman W. DeWitt, Norman J. DeWitt)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: