previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[41] ὧν οὐδὲν ὑμεῖς συλλογίζεσθε, ἀλλὰ ῥημάτων μοι καὶ φιλανθρωπίας φθονοῦντες, ἂν οὕτω τύχῃ, δι᾽ ὑμᾶς περιόψεσθ᾽ ἀπολόμενον: οὐ γὰρ ἂν δεηθείην ἄλλων ὑμῶν. καὶ τότε φήσετε δεινὰ πεπονθέναι με, ἀκριβῶς οἶδα, ὅτ᾽ οὔτ᾽ ἐμοὶ πλέον οὐδὲν οὔθ᾽ ὑμῖν ἔσται. οὐ γὰρ δὴ χρήματά γ᾽ εἶναι μοι προσδοκᾶτ᾽ ἔξω τῶν φανερῶν, ὧν ἀφίσταμαι. καὶ τὰ λοιπὰ βούλομαι συναγαγεῖν, ἐάν μοι μὴ φιλονίκως, ἀλλ᾽ ἀνθρωπίνως δῶτε τὸ πρὸς τούτοις ἀσφαλῶς εἶναι. [42] οὐ μὴν οὐδὲ παρ᾽ Ἁρπάλου με λαβόντα δείξετε: οὔτε γὰρ ἠλέγχθην οὔτ᾽ ἔλαβον. εἰ δὲ τὸ περιφανὲς ἀξίωμα τῆς βουλῆς [ἢ τὸν Ἄρειον πάγον] προσβλέπετε, τῆς Ἀριστογείτονος κρίσεως ἀναμνησθέντες ἐγκαλύψασθε: οὐ γὰρ ἔχω τούτου πραότερον πρόσταγμα τοῖς τοιαῦτ᾽ ἐξημαρτηκόσιν εἰς ἐμέ. [43] οὐ γὰρ δήπου τοῖς αὐτοῖς γε λόγοις ὑπὸ τῆς αὐτῆς βουλῆς ἀποφανθέντ᾽ ἐκεῖνον μὲν ἀφεῖσθαι δίκαιον εἶναι φήσετε, ἐμὲ δ᾽ ἀπολωλέναι: οὐχ οὕτως ὑμεῖς ἀλογίστως ἔχετε. οὔτε γὰρ ἄξιος οὔτ᾽ ἐπιτήδειος οὔτε χείρων, ἀτυχὴς μέντοι δι᾽ ὑμᾶς, ὁμολογῶ: πῶς γὰρ οὐκ ἀτυχής, πρὸς τοῖς ἄλλοις κακοῖς καὶ πρὸς Ἀριστογείτον᾽ ἐμαυτὸν ἐξετάζειν συμβαίνει, καὶ ταῦτ᾽ ἀπολωλότι πρὸς σωτηρίας τετυχηκότα;

load focus English (Norman W. DeWitt, Norman J. DeWitt)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: